`

ἡμετέρη δὲ πόλις … οὔποτʼ ὀλεῖται (3 D, 4W)

ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτʼ ὀλεῖται
αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων·

τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη
Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει·

αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίηισιν
ἀστοὶ βούλονται χρήμασι πειθόμενοι,

δήμου θʼ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον
ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν·

οὐ γὰρ ἐπίστανται κατέχειν κόρον οὐδὲ παρούσας
εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίηι

……………………………………………………………………..
πλουτέουσιν δʼ ἀδίκοις ἔργμασι πειθόμενοι

……………………………………………………………………..
οὔθʼ ἱερῶν κτεάνων οὔτέ τι δημοσίων

φειδόμενοι κλέπτουσιν ἀφαρπαγῆι ἄλλοθεν ἄλλος,
οὐδὲ φυλάσσονται σεμνὰ Δίκης θέμεθλα,

ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τʼ ἐόντα,
τῶι δὲ χρόνωι πάντως ἦλθʼ ἀποτεισομένη,

τούτʼ ἤδη πάσηι πόλει ἔρχεται ἕλκος ἄφυκτον,
ἐς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,

ἣ στάσιν ἔμφυλον πόλεμόν θʼ εὕδοντʼ ἐπεγείρει,
ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην·

ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ
τρύχεται ἐν συνόδοις τοῖς ἀδικέουσι φίλαις.

ταῦτα μὲν ἐν δήμωι στρέφεται κακά· τῶν δὲ πενιχρῶν
ἱκνέονται πολλοὶ γαῖαν ἐς ἀλλοδαπὴν

πραθέντες δεσμοῖσί τʼ ἀεικελίοισι δεθέντες

…………………………………………………………………….

οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδʼ ἑκάστωι,
αὔλειοι δʼ ἔτʼ ἔχειν οὐκ ἐθέλουσι θύραι,

ὑψηλόν δʼ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,
εἰ καί τις φεύγων ἐν μυχῶι ἦι θαλάμου.

ταῦτα διδάξαι θυμός Ἀθηναίους με κελεύει,
ὡς κακὰ πλεῖστα πόλει Δυσνομίη παρέχει·

Εὐνομίη δʼ εὔκοσμα καὶ ἄρτια πάντʼ ἀποφαίνει,
καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας·

τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,
αὑαίνει δʼ ἄτης ἄνθεα φυόμενα,

εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τʼ ἔργα
πραΰνει· παύει δʼ ἔργα διχοστασίης,

παύει δʼ ἀργαλέης ἔριδος χόλον, ἔστι δʼ ὑπʼ αὐτῆς
πάντα κατʼ ἀνθρώπους ἄρτια καὶ πινυτά.

`

*******

`
Δεν πρόκειται η πόλη μας να πάθει απʼ τον Δία
ούτε κι απʼ τους τρισόλβιους αθάνατους θεούς·
η μεγάθυμη Παλλάδα Αθηνά προστάτρια
-κόρη του μεγάλου Δία-
το χέρι της επάνω μας ασπίδα το κρατά.
Μα οι ίδιοι οι πολίτες χαλούν την πόλη ανόσια
σπρωγμένοι από κέρδη
και τα κακότροπα μυαλά των αρχηγών
που συμφορές σωρεύει η ύβρη τους,
αφού δεν ξέρουν να κρατούν την άγρια απληστία
και τις χαρές τους να κοσμούν ήσυχα γλεντώντας·
……………………………………………………………….
και όλο πλουτίζουν άδικα
……………………………………………………………….
και μήτε ιερά μήτε δημόσια σέβονται
και κλέβουν και αρπάζουν από παντού
ποιος πρώτος
και της Δίκης οι αρχές οι ιερές πατιούνται όλες,
και σωπαίνει η Δίκη στην αρχή,
ξέροντας τι γίνεται και έγινε πιο πριν,
και φτάνει ύστερα καιρός και αλύπητα χτυπάει
και τούτο το χτύπημα τότε το άφευγο
όλη την πόλη χαλά και σκλαβώνει
ή ξυπνάει μέσα στην εμφύλια σφαγή
και πόλεμο ξυπνάει
και πολλών τα νιάτα τα ακριβά τα παίρνει,
γιατί απʼ τις εχθρότητες η πόλη η πανάκριβη
γρήγορα καταλύεται μέσα στις εμπλοκές
που χτυπούν τους φίλους.
Τούτες οι συμφορές ξεσπούν στους πολίτες,
και πολλοί απʼ τους φτωχούς δεμένοι
και της σκλαβιάς τα δεινά ανίσχυροι πάσχουν.
Έτσι της πόλης το κακό πέφτει στα σπίτια μέσα
και δεν το συγκρατούν οι πόρτες της αυλής·
υπερπηδά τις μάντρες κι έρχεται και πάντοτε
σε βρίσκει,
όσο κι αν φεύγοντας κρυφτείς στην πιο κρυμμένη κόχη.
Αυτά μου λέει η ψυχή να πω στους Αθηναίους,
πόσα κακά μεγάλα γεννά η Δυσνομία.
H Ευνομία όμως δίκαια τα κάνει όλα κι όμορφα
και συχνά στους άδικους βάζει γερά δεσμά,
τις αγριότητες μερεύει και τις αχορτασιές,
την ύβρη σταματά,
τα άνθη της θείας τιμωρίας μαραίνει,
τις επεμβάσεις στις δίκες και στο δίκαιο αρνιέται
και την περηφάνια μαλακώνει·
παύει τα εμφύλια πάθη
και της άγριας διαμάχης την οργή.
Όλα συνετά στους ανθρώπους και ήπια
Κάτω απʼ τη σκέπη της.