Μεταφραστικό Εργαστήρι

Αριστοφάνης, «Εκκλησιάζουσες» (μετφρ. Κώστας Βάρναλης), εκδ. Κέδρος, 1970

Απόσπασμα 834-876

ΚΗΡΥΞ

[…] ὦ πάντες ἀστοί, —νῦν γὰρ οὕτω ταῦτ᾽ ἔχει—,
χωρεῖτ᾽, ἐπείγεσθ᾽ εὐθὺ τῆς στρατηγίδος,
ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
φράσῃ καθ᾽ ἕκαστον ἄνδρ᾽ ὅποι δειπνήσετε·
ὡς αἱ τράπεζαί γ᾽ εἰσὶν ἐπινενησμέναι
ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
κλῖναί τε σισυρῶν καὶ δαπίδων νενημέναι.
κρατῆρας ἐγκιρνᾶσιν, αἱ μυροπώλιδες
ἑστᾶσ᾽ ἐφεξῆς· τὰ τεμάχη ῥιπίζεται,
λαγῷ᾽ ἀναπηγνύασι, πόπανα πέττεται,
στέφανοι πλέκονται, φρύγεται τραγήματα,
χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.
Σμοῖος δ᾽ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδα
ἔχων, καχάζων μεθ᾽ ἑτέρου νεανίου·
ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
πρὸς ταῦτα χωρεῖθ᾽, ὡς ὁ τὴν μᾶζαν φέρων
ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
ΑΝ. οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ᾽ ἔχων
ἐνταῦθ᾽, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
ΧΡ. καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
ΑΝ. ἐπὶ δεῖπνον.

Διαβάστε περισσότερα